ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτακαπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦνηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρουςμειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψεἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαντύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺςδώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷβάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργενῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσικεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροιεἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆςλανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρεμάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινονπρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαιΣκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσεπάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδιςδεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷπᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνηἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,