δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴςνῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνηἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντοκαὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷτυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲςἨελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τεὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦςἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃἈργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρουςὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τεπλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειταφθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.