ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσιτόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶβόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρΘρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρουςαὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιοἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆαἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴουςθέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμενἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάωνφθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ