ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσουβοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσενὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τεἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροινωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιοἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσαςκείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητιςἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρωνβάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπιςνοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαοχερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γεἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσινοἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖαοἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσωθηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺςἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰςἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·