πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺςβόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷἼλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρηεὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺτλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γετούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαοἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷοἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσενὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;