Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην,κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺςἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράωνἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκταΔίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην,ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρηεὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρουςἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναιεἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶραοὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖνκτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξηςμυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γεζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζωνἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσανδωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσειπᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην