νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθεςεἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαοψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆςγῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳἼλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιραοἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδηἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσειἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·καὶ λίην κείνη γε μένει τετληότι θυμῷσοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶφθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλοςΤηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσαςδαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνειἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶδέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιοφύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξεισὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιραοἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα