ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντηννῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστανύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸνμᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺςπᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶμῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντανόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴνἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶνἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειταπεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπονἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντεςοἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζαςνίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼνμνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς