ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιοπεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν.τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεινήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει,Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσηςπάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸςμακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισινθέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαιἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ ὈδυσσεὺςἈργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζωνΤροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσινἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶΚύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστονπᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθωνοὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης.ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντεςνόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσειὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντωνἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·