ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφινκτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναιγαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινεγνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναιυἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴντρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆςὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖαΕὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσινπρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλισταδμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι