παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶκλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνονἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺςἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦτοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντεςπάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινονἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντεςΤηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίωνποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοιπολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιοκαὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,