θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸςμᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσαςθάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδελυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴνκούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇοἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆςλυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρτείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸντέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶαἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσινἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι,ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευεἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσειπᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·