ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴηςἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν·φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικαςκείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν,πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοιἈργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γεοὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸςἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσωθῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ;εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσιδαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴραἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμωνἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντωνἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.