ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳκείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναιἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖνθαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπωνφῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦταιἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσιξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναιυἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισινπλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναιἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼνΛαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδεἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχεινγρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τεπαρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσινἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι,σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳνήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσινἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ