χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειταδείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴνδουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλαἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλωνμνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷδείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσακαλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείραςπαντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειταἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν,κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντομνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός·κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκενΦημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,