ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰπλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,πολλὰ δʼ ὅ γʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιοἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.ἔνθʼ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·τὸν δʼ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸςνύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάωνἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαιεἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλωνκαὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντεςνόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινενἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας,Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος,ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοιΖηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης·τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα·ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶσφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν,ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαογῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα,εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,