ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηοςἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳκοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες·κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες·ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶνἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτινΝέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνονἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶνλαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξεσκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃεἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσειοἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦνἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρηνχωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούραςοὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγεπόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷεἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦνφραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμενδώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶνλαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα.