οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρἸλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺςχεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο,Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.Φοῖνιξ δʼ αὖθʼ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηταιαὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇμῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνονμὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωναμυρία δῶρα διδούς· ὃ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως·νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσινἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μινθυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορσίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππουςὀτρύνων, καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆεςμῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.