πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνωνμνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξενἈτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντοςπρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖονΜυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαικτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃἝκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλονσπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς.Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσεΦοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσεκώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷἾφις ἐΰζωνος, τήν οἱ πόρε δῖος ἈχιλλεὺςΣκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο.τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶνδειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο·πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶνἤ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,ἦ ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν;τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνονκεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλονπιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα.αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγενὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφινῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας.καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι