οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτηςχρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύωνἈτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴτὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ·ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνωνεὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφιφρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇΦοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχισταἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴαςἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴτῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχισταχρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόνταοἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺςἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸνσχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρωντῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλωννηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆοςποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας,τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τεθυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρηςοἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας,ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν,αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμενπληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλωνκήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν