τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσωνἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσιπόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο,πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοίακικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειανπρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺςἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρειπύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντεςΑἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαιπεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺςοὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιοσείων κολλητὰς σανίδας γουνούμενος υἱόν·πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι,οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργωνβαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτιςλίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντακήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρεἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσανπολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμωνἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴηνηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρωνἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς