ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι·δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι.μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γεὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαιἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσεχωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆςΟἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας,οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιραὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰαὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγροςπολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείραςκαὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς.ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴνἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντοτείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλωνοἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρκεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃκούρῃ Μαρπήσσης καλλισφύρου ΕὐηνίνηςἼδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶντῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξονΦοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρἈλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆςμήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσακλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·