καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳοὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι,πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσαςὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶναοἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειονἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴνηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσιλοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποιλισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιοχωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ,αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι.ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσαςπολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶανβλάπτουσʼ ἀνθρώπους· αἳ δʼ ἐξακέονται ὀπίσσω.ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο·ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαιτῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαιτιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοιἈτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμηνἈργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη,ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστουςκρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷφίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃςμηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν