οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμιλείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸςγῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικαφεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτινμητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνωνπαλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶςπολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸνἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰςΖεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸςπατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντεςαὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦςἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇεὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβηπῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίαςῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆςῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλωνἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο,καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃμοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.