ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαιἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσηςἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶεἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶφευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρἸλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶνμῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων.ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴηςὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζειςἈργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοιμῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων.ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνοςὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃδόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοιλεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειταἈτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶνἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι·πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις.πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστηνβουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺςἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶνκαίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο