οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶνἼλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθροντὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργειΦοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴοὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζαδιχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼνἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμηνοἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρἸλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺςχεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶνἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶννηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμηἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηταιαὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇμῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξδάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦβάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσιπῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμηνοἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺςἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπενήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο