νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιοςἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸνἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρονἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,αὖτις ἐφυβρίζων ἕλετο κρείων ἈγαμέμνωνἈτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλωἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶεἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειναἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγετετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτιςἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλοςἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίηὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα ΘήβαςΑἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάσταςἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνωνπρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι,Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τεκοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωργήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτινκτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·