οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷαἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσιμάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ,ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζωνἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκονἈτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσιδεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν.ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶνεἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύωντερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι ΤρώεσσινἈργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείραςἈτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπωνἈτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρωντὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴνἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησεμή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσιφραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷεὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιοἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζονοὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳαὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσινηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας