Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρηςγαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳΧρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαιπρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσειπολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθραΚαρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσανΦηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμονκαλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσικαί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλοναὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺςτειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣςτίσουσʼ· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοιλύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖονοἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦχρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσινὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴωοὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦενμάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.