στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβααὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺςδῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰςἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴηφθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶντειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχοςῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶνφράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺςἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρηδώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸνἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλοντίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦνπαύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνωνἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξωὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρʼ Ἀγαμέμνων·ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππουςπηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτοοὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίαςΛεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸςἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρακούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖταιμή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναιἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν.ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτεἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαιεἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,