αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ·οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ.αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός,ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς.καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε,πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃκαλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιοτοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγειΠάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς.οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς,πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα·χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖςἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαοἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰδαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντεςδείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαινῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντοΤρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροικηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶσχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνωνἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνωνμαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίειἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν.ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·