ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνωἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππουςπηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίαςΛεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸςἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρωνκούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαιμή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτεἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθωεἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρηςγαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳΧρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθωπρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσωπολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθραΚαρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσανΦηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμονκαλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσικαί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος,τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι