ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺςθεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόενταΒορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητονἐλθόντʼ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸνκορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν·ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.Ἀτρεΐδης δʼ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορφοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύωνκλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνωνἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδροςἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ·ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα·ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντεςΖεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃσχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσενἼλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύειδυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηναἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιφὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάνταἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω·σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν