οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷδῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιοἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππωνκρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνεφασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποιἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντεςἝκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσενεἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦπῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαιοἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιοκραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊΤρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρεἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτηνἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράπονταυἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα