πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστωμὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω.ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσινἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντεςνηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδηςπὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸνχαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχοςμείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐωκείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροιἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣςεἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν.οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος·ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλακαρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.ἔρδον δ’ ἀθανάτοισι τεληέσσας ἑκατόμβαςκνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.ἡδεῖαν· τῆς δ’ οὔ τι θεοὶ μάκαρες δατέοντο,οὐδ’ ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρή,καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιοοἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύραςεἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνηνφαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ·ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροικαὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων