τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγεσκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη.ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιοἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖςἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρνόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουοντόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸςαἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺςἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλισταἈργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃδόρπά τʼ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππουςλύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν·ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλακαρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθεσῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείηςκαίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶφεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃβλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντινηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλοςΤρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντωνπαῖδας πρωθήβας πολιοκροτάφους τε γέρονταςλέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη