ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺςἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρηἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ.σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖαπρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπεσκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις·βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωναὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρηὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρπρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνταιστείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζωχωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαιγαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τεἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο