ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππωὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθληνχρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθηνμεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶνΓάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τελύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίωνεἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο.Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντοπαυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαιχρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός,πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντοσύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶνχαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαιἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶνὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιοΤρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντεςθάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν