σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸντειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺςτῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσινεὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψενἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιοτεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαιἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωργηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺςδημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππουςἭρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιοπέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδειποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταοτεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχοςβριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶνἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τεἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς,Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντηνἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.