σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωραὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργειαὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροιΜηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρνῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντοςἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκωνἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησανφεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσιχεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππουςΓοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη,αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνταιἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶςἝκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειεχερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι