Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶνβάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαιπατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ ἈθήνηἸλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφινἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸνὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστιπαύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺςἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλενἝκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωναυἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρκαλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳκαρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλενἝκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆαἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποιὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόνταἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος