ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις,μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντωνεὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππουςτάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴνΦραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξενὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων ἸδομενῆοςΜηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρωςπαπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳβεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκενεἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ ὈφελέστηνΔαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντηνκαὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνωντόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·