ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσιπολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαιἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργεπλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάωνεἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος ἌρηϊἝκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρηαὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶνπορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαοἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσαςεἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί·πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράωνπίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστοςστήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμενἝκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήωντῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸννηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα