Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοιἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖοπύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκαςἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξενἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺςσῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίωννίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντοἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺςἈργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖενῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴνἈνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνοςὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκενοἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμενἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκειπᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιοδαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺςαὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·