ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποιὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρουκεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴνἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρενἸφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππωνὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζεισήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτοοὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων·Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνεςκαὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππουςαὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·