Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνοςἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσηνπειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντεςαἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσωἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσιπληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντατῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντεςπάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲΖῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιοδησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇμῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντωνεὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις·βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷπρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.