εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπωννηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπενείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶςεἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθεἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθενίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴἝκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνωνδεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαιἝκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος,φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσιδηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως