εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇθηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖανὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶτεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρονἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς·τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλωνἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς.ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶοἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαντεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαιπολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳδῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν,ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶδαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι·παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺςσμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη