οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶοἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷβουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντεἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστοςἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλωνἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσιφηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιοἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς,τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τεἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισινεἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητεἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγειδεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός μεΤρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.