μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστινὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶνμῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούειςὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτωςἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτωνγίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνεςπάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοιἸδαῖος· ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπεστὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα,ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην·Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶνὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην.Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούραςἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖοοὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν.ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόενταδάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇνεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶνεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ,τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντεςἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμανπύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν